23/07/2012

Ὁμήρου Ὀδύσσεια Ραψωδία ζ Ὀδυσσέως ἄφιξις εἰς Φαιάκας.

Ὁμήρου Ὀδύσσεια

Ραψωδία ζ
Ὀδυσσέως ἄφιξις εἰς Φαιάκας.

Μετάφραση Ἀργύρη Ἐφταλιώτη

ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη
βῆ ῥ᾽ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
οἳ πρὶν μέν ποτ᾽ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
Ἐκεῖ ὁ πολυβασάνιστος, ὁ μέγας Ὀδυσσέας
κοιμόταν ἀπὸ κούραση κι ἀγρύπνια ἀφανισμένος.
Κι ἡ Ἀθηνᾶ ξεκίνησε στὴ χώρα τῶ Φαιάκων,
ποὺ πρῶτα στὴν ἁπλόχωρη Ὑπέρεια κατοικοῦσαν,
5 ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,
παράδιπλα στοὺς Κύκλωπες, ἀνθρώπους ἀλαζόνες,
ποὺ ὅντας περίσσια δυνατοὶ πολλὰ κακὰ τοὺς φτιάναν.
Κι ὁ θεόμορφος Ναυσίθοος τοὺς πῆρε στὴ Σκερία,
κι ἀπὸ ἄντρες σιταρόθρεφτους μακριὰ συμμάζωξέ τους,
σὲ πόλη τοὺς τοιχόκλεισε, τοὺς ἔχτισ' ἐκεῖ σπίτια,
10 καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ᾽ ἀρούρας.
ἀλλ᾽ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
Ἀλκίνοος δὲ τότ᾽ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.
τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,
νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.

 
τοὺς ἔστησε ναοὺς θεῶν, καὶ μοίρασε τὴ γῆς τους.
Καὶ σὰν τὸν πῆρε ὁ θάνατος στὸν Ἄδη, τότ' ὁ Ἀλκίνος
βασίλεψε, ποὺ ἡ γνώμη του θεοκατέβαστη ἦταν.
Σ' ἐκείνου ἦρθε τὰ μέγαρα ἡ θεὰ ἡ γαλανομάτα,
τὸ γυρισμὸ τοῦ ἀντρόψυχου Ὀδυσσέα μελετώντας.
15 βῆ δ᾽ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
κοιμᾶτ᾽ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
πὰρ δὲ δύ᾽ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
σταθμοῖιν ἑκάτερθε· θύραι δ᾽ ἐπέκειντο φαειναί.
Καὶ μπῆκε μὲς στὸ θάλαμο τὸ λαμπροδουλεμένο,
ποὺ κόρη μὲ ὅψη κι ὀμορφιὰ θεόμοιαστη κοιμόταν,
ἡ Ναυσικᾶ, τοῦ ἀντρόψυχου τοῦ Ἀλκίνου ἡ θυγατέρα.

Σιμά 'τανε δυὸ κοπελιὲς χαριτοστολισμένες,
στὰ πλάγια θύρας σφανταχτῆς μὲ τὰ κλεισμένα φύλλα.
20 ἡ δ᾽ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·
Σὰν ἀγεράκι χύθηκε στὴν κλίνη τῆς παρθένας,
καὶ στάθηκε ἀποπάνω της καὶ μίλησέ της κι εἶπε,
τῆς θυγατέρας μοιάζοντας τοῦ θαλασσακουσμένου
τοῦ Δύμαντα, ποὺ ὁμήλικη τὴν εἶχε κι ἀκριβή της.
Μ' αὐτῆς τήν ὄψη μίλησε ἡ θεὰ ἡ γαλανομάτα·
25 "Ναυσικάα, τί νύ σ᾽ ὧδε μεθήμονα γείνατο μήτηρ;
εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σ᾽ ἄγωνται.
ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
     “Ὀκνὴ μαθές, ὦ Ναυσικᾶ, σὲ γέννησε ἡ μανούλα,
καὶ κάθουνται ἀσυγύριστα τὰ λαμπερά σου ροῦχα.
Μὰ ἀγγίζει ὁ γάμος, ποὺ ὄμορφα κι ἐσὺ νὰ βάλης πρέπει,
νὰ δώσης γιὰ νὰ βάλουνε κι ἐκεῖνοι ποὺ σὲ πάρουν.
Αὐτὰ δὰ φέρνουν ὄνομα καλὸ στὸν κόσμο μέσα,
30 ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
ἀλλ᾽ ἴομεν πλυνέουσαι ἅμ᾽ ἠοῖ φαινομένηφι·
καί τοι ἐγὼ συνέριθος ἅμ᾽ ἕψομαι, ὄφρα τάχιστα
ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·
ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
ποὺ κι ὁ γονιὸς τὰ χαίρεται κι ἡ βλογημένη ἡ μάνα.
Μόν' πᾶμε πιὰ νὰ πλύνουμε ἡ αὐγὴ καθὼς χαράξη.
Θά 'ρθω κι ἐγὼ νὰ δώσω σου βοήθεια, νὰ προφτάξης
νὰ τοιμαστῆς, γιατὶ πολὺ δὲ μνήσκεις πιὰ παρθένα,
παρ' ἀπὸ τώρα οἱ διαλεχτοὶ τῆς χώρας τῶ Φαιάκων
35 πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.
ἀλλ᾽ ἄγ᾽ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι
ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
καὶ δὲ σοὶ ὧδ᾽ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
γυρεύουνέ σε, ποὺ κι ἐσὺ μ' αὐτοὺς μαζὶ μετριέσαι.
Μόνε ἔλα, βάλ' τὸ δοξαστὸ γονιό σου τὴν αὐγούλα,
τὰ ζὰ νὰ παραγγείλη αὐτός, κι ἁμάξι ποὺ νὰ πάρη
τὶς ζῶνες, τὰ φορέματα καὶ τὰ λαμπρὰ τὰ χράμια.
Κάλλιο κι ἐσὺ μ' αὐτὰ νὰ πὰς, παρὰ νὰ περπατήξης,
40 ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος." τὶ βρίσκουνται τὰ πλυσταριὰ πολὺ μακριὰ ἀπ' τὴ χώρα.”
ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη
Οὔλυμπόνδ᾽, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
ἔμμεναι. οὔτ᾽ ἀνέμοισι τινάσσεται οὔτε ποτ᾽ ὄμβρῳ
δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ᾽ αἴθρη
     Αὐτὰ σὰν εἶπε, μίσεψε ἡ θεὰ ἡ γαλανομάτα
στὸν Ὄλυμπο, ποὺ τῶν θεῶν εἶναι καθέδρα στέρια,
τὶ μήτε ἄνεμοι τὴ φυσοῦν, μήτε βροχὴ τὴ δέρνει,
καὶ μήτε χιόνι ἀγγίζει την, παρὰ καθάριο ἀγέρι
45 πέπταται ἀνέφελος, λευκὴ δ᾽ ἐπιδέδρομεν αἴγλη·
τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
ἔνθ᾽ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
ἁπλώνεται ἀσυννέφιαστο, καὶ φῶς λευκὸ τὴ λούζει·
κεῖ μέσα αἰώνια χαίρουνται οἱ ἀθάνατοι. Ἐκεῖ πῆγε
τῆς κόρης σάνε μίλησε ἡ θεὰ ἡ γαλανομάτα.
αὐτίκα δ᾽ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε
Ναυσικάαν ἐύπεπλον· ἄφαρ δ᾽ ἀπεθαύμασ᾽ ὄνειρον,
     Κι ἦρθε ἡ Αὐγὴ ἡ καλόθρονη καὶ σήκωσ' ἀπ' τὴν κλίνη
τὴ λαμπροφόρα Ναυσικᾶ, ποὺ τ' ὄνειρο θυμόταν,
καὶ θάμαζε. Καὶ κίνησε μὲς στὰ παλάτια ἀμέσως
50 βῆ δ᾽ ἰέναι διὰ δώμαθ᾽, ἵν᾽ ἀγγείλειε τοκεῦσιν,
πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δ᾽ ἔνδον ἐόντας·
ἡ μὲν ἐπ᾽ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
ἠλάκατα στρωφῶσ᾽ ἁλιπόρφυρα· τῷ δὲ θύραζε
ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
νὰ τὸ μηνύση τοῦ ἀκριβοῦ γονιοῦ της καὶ τῆς μάνας,
Βρῆκε τὴ μάνα στὴ γωνιὰ σιμὰ στὶς παρακόρες,
κι ἔκλωθε νῆμα πορφυρί· τὸν κύρη εἶδε παρόξω,
στοὺς βασιλέους σὰν πήγαινε τοὺς δοξαστούς, ποὺ κάναν
βουλή, καὶ τὸν καλούσανε οἱ Φαίακες οἱ λεβέντες.
55 ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
ἡ δὲ μάλ᾽ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
Καὶ στάθηκε στὸν ἀκριβὸ γονιὸ κοντὰ καὶ τοῦ 'πε·
"πάππα φίλ᾽, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματ᾽ ἄγωμαι
ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;
     “Καλέ μου κύρη, ἕν' ἁψηλὸ δὲ θὰ μοῦ βρῆς ἁμάξι
μ' ὄμορφες ρόδες, τὰ λαμπρὰ φορέματα νὰ πάρω,
ποὺ λερωμένα κοίτουνται, στὸ ρέμα νὰ τὰ πλύνω;
60 καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα.
βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματ᾽ ἔχοντα.
πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
οἱ δύ᾽ ὀπυίοντες, τρεῖς δ᾽ ἠίθεοι θαλέθοντες·
οἱ δ᾽ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ᾽ ἔχοντες
Ἐσένα τοῦ ἴδιου πρέπει σου, σὰν πρῶτος τῶν μεγάλων,
μὲς στὶς βουλὲς νὰ κάθεσαι μὲ ροῦχα ὁλοκαθάρια.
Ἔχεις καὶ πέντε καλογιοὺς μαζί σου στὸ παλάτι,
δυὸ παντρεμένους, κι ἄλλους τρεῖς, τῆς ὤρας παλληκάρια,
ποὺ πάντα θένε νιόπλυτα γιὰ τοὺς χοροὺς ποὺ πᾶνε·
65 ἐς χορὸν ἔρχεσθαι· τὰ δ᾽ ἐμῇ φρενὶ πάντα μέμηλεν." ἐγὼ ὅλα αὐτὰ τὰ νοιάζουμαι καὶ τὰ γυρνῶ στὸ νοῦ μου.”
ὣς ἔφατ᾽· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·
     Εἶπε τοῦ κύρη· ντράπηκε νὰ ξεστομίση λόγο
γιὰ γλυκὸ γάμο· ὅμως αὐτὸς τὴ νιώθει καὶ τῆς κρένει·
"οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.
ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην
     “Καὶ τὰ μουλάρια μου ἔπαρε, κι ὅ,τι ἄλλο θές, παιδί μου,
καὶ σύρε· ἁμάξι οἱ παραγιοὶ θὰ σοῦ ἀρματώσουν τώρα,
70 ὑψηλὴν ἐύκυκλον, ὑπερτερίη ἀραρυῖαν." μ' ὄμορφες ρόδες, ἁψηλό, καὶ μὲ κασόνι ἀπάνω.”
ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δ᾽ ἐπίθοντο.
οἱ μὲν ἄρ᾽ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην
ὥπλεον, ἡμιόνους θ᾽ ὕπαγον ζεῦξάν θ᾽ ὑπ᾽ ἀπήνῃ·
κούρη δ᾽ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
     Αὐτὰ σὰν εἶπε, πρόσταξε τοὺς παραγιούς, ποὺ ἀκοῦσαν,
κι ἁμάξι τοῦ ἀρματώσανε μὲ τὶς καλὲς τὶς ρόδες,
καὶ τὰ μουλάρια στὸ ζυγὸ τὰ βάλανε καὶ ζέψαν.
Φέρνει ἀπομέσα ἡ κορασιὰ τ' ἀστραφτερὰ τὰ ροῦχα,
75 καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπ᾽ ἀπήνῃ,
μήτηρ δ᾽ ἐν κίστῃ ἐτίθει μενοεικέ᾽ ἐδωδὴν
παντοίην, ἐν δ᾽ ὄψα τίθει, ἐν δ᾽ οἶνον ἔχευεν
ἀσκῷ ἐν αἰγείῳ· κούρη δ᾽ ἐπεβήσετ᾽ ἀπήνης.
δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
κι ἀπὰς στὸ καλοτόρνευτο τ' ἁμάξι τὰ φορτώνει·
τῆς βάζει ἡ μάνα λιμπιστὸ φαγὶ μὲς σὲ κανίστρι,
λογῆς λιγούδια, καὶ κρασὶ μέσα σ' ἀσκὶ τραγῆσο,
Τότες ἡ κόρη ἀνέβηκε στ' ἁμάξι, κι ἡ μανούλα
ὡς καὶ ροῒ τῆς ἔδωσε χρυσό, γεμάτο λάδι,
80 ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
ἡ δ᾽ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
μάστιξεν δ᾽ ἐλάαν· καναχὴ δ᾽ ἦν ἡμιόνοιιν.
αἱ δ᾽ ἄμοτον τανύοντο, φέρον δ᾽ ἐσθῆτα καὶ αὐτήν,
οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
μὲ τὶς κοπέλες της μαζὶ ν' ἀλείψη τὸ κορμί της,
Καὶ παίρνει τὸ μαστίγι αὐτὴ καὶ τὰ λουριὰ τὰ ὡραῖα,
δίνει βιτσιὰ τῶν μουλαριῶν καὶ ξεκινοῦν μὲ κρότο,
κι ὅλο τραβᾶνε φέρνοντας τὰ ροῦχα καὶ τὴν κόρη,
ὄχι μονάχη· οἱ κοπελιὲς περπάταγαν κατόπι.
85 αἱ δ᾽ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ᾽ ἵκοντο,
ἔνθ᾽ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ᾽ ὕδωρ
καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,
ἔνθ᾽ αἵ γ᾽ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
     Καὶ φτάσανε στοῦ ποταμιοῦ τὸ ρέμα τὸ πανώριο,
βρῆκαν ἀστείρευτα νερὰ γιὰ πλύση, ποὺ ἀναβρύζαν
λαμπρὰ, καὶ ποὺ τὰ πιὸ λερὰ σκουτιὰ θὰ καθαρίζαν·
καὶ τὰ μουλάρια ξέζεψαν καὶ ξέλυσαν ἐκεῖνες
σιμὰ στὸ χόχλιο ποταμό, νὰ βόσκουν καὶ νὰ τρῶνε
90 τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δ᾽ ἀπ᾽ ἀπήνης
εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,
στεῖβον δ᾽ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,
ἑξείης πέτασαν παρὰ θῖν᾽ ἁλός, ἧχι μάλιστα
τὴν ἀγριάδα τὴ γλυκειά. Σηκῶσαν ἀπ' τ' ἁμάξι
τὰ ροῦχα, καὶ βουτώντας τα μὲς στὰ νερὰ τὰ σκοῦρα,
γοργὰ καὶ μὲ συνερισιὰ στοὺς λάκκους τὰ πατοῦσαν,
Καὶ σὰν τὰ πλῦναν κι ἔβγαλαν κάθε λερὸ σημάδι,
πῆγαν ἀράδα τ' ἄπλωσαν ἀπάνω στ' ἀκρογιάλι,
95 λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ᾽ ἐλαίῳ
δεῖπνον ἔπειθ᾽ εἵλοντο παρ᾽ ὄχθῃσιν ποταμοῖο,
εἵματα δ᾽ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,
κεῖ ποὺ τὶς πέτρες λεύκαινε πὰς στὴ στεριὰ τὸ κῦμα,
Καὶ σάνε λούστηκαν κι αὐτὲς κι ἀλείφτηκαν μὲ λάδι,
καθίσανε καὶ γεύτηκαν στοῦ ποταμοῦ τοὺς ὄχτους,
μὲς στὴ λιακάδα ἀφήνοντας τὰ ροῦχα νὰ στεγνώσουν.
Καὶ σὰ χαρήκανε θροφή, κι αὐτὴ κι οἱ παρακόρες,
100 σφαίρῃ ταὶ δ᾽ ἄρ᾽ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
οἵη δ᾽ Ἄρτεμις εἶσι κατ᾽ οὔρεα ἰοχέαιρα,
ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
βγάλαν τὶς μπόλιες κι ἔπαιξαν τὴ σφαῖρα ἀνάμεσό τους.
Κι ἡ ἀσπροχέρα ἡ Ναυσικᾶ τοὺς γλυκοτραγουδοῦσε.
Πῶς ἡ σαϊτεύτρα ἡ Ἄρτεμη, στὶς ράχες ροβολώντας
τοῦ θεόρατου Ταΰγετου, ἢ στοῦ Ἐρύμανθου τὰ ὄρη,
βρίσκει χαρὰ σ' ἀγριόχοιρους καὶ στὰ γοργὰ τὰ λάφια,
105 τῇ δέ θ᾽ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
πασάων δ᾽ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
ῥεῖά τ᾽ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
ὣς ἥ γ᾽ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
κι οἱ νύφες τῶν δεντρότοπων, τοῦ Δία οἱ θυγατέρες,
μαζί της παίζουν, κι ἡ Λητὼ τηράει κι ἀναγαλλιάζει,
ὡς τόσο ἐκείνη πιὸ ἁψηλὰ κρατάει τὴν ὅψη ἀπ' ὅλες,
ποὺ γλήγορα ξανοίγεις την, ἂν κι ὅλες ὥριες εἶναι·
ἔτσι καὶ τώρα σφάνταζε ἡ παρθένα μὲς στὶς ἄλλες.
110 ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
ζεύξασ᾽ ἡμιόνους πτύξασά τε εἵματα καλά,
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,
ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τ᾽ ἐυώπιδα κούρην,
ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
     Τὴν ὥρα ὅμως ποὺ θέλοντας στὸ σπίτι νὰ γυρίση,
ξανάζεψε, καὶ δίπλωσε τὰ λαμπερὰ σκουτιά της,
ἄλλο στὸ νοῦ της ἔβαλε ἡ θεὰ ἡ γαλανομάτα,
πῶς ὁ Ὀδυσσέας νὰ σηκωθῆ, νὰ δῆ τὴν ὥρια κόρη,
καὶ νὰ τὸν προβοδώση αὐτὴ στὴ χώρα τῶ Φαιάκων.
115 σφαῖραν ἔπειτ᾽ ἔρριψε μετ᾽ ἀμφίπολον βασίλεια·
ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ᾽ ἔμβαλε δίνῃ·
αἱ δ᾽ ἐπὶ μακρὸν ἄυσαν· ὁ δ᾽ ἔγρετο δῖος Ὀδυσσεύς,
ἑζόμενος δ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
Σφαῖρα σὲ μιά της κοπελιὰ πετάει ἡ βασιλοπούλα,
μὰ ἀστόχησε, καὶ στὸ βαθὺ τὴν ἔρριξε ποτάμι.
Φωνὴ τότε ὅλες σέρνουνε, ξυπνάει ὁ Ὀδυσσέας,
μισοσηκώνεται, κι αὐτὰ στὸ νοῦ του διαλογιέται·
"ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;      “Ἀλλοίς μου, καὶ σὲ τί λογῆς ἀνθρώπων νὰ ἦρθα χώρα;
120 ἦ ῥ᾽ οἵ γ᾽ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
νυμφάων, αἳ ἔχουσ᾽ ὀρέων αἰπεινὰ κάρηνα
καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
νά 'ναι ἆραγες ἀσύστατοι κι ἀδικοπράχτες κι ἄγριοι,
ἢ νά 'χουνε φιλοξενιὰ καὶ θεοφοβιὰ στὸ νοῦ τους;
Σὰν κοριτσιῶν ψιλὴ φωνὴ στ' αὐτιά μου νὰ βουΐζη,
σὰ νύφες, ποὺ ἔχουν κατοικιὰ ψηλὰ στὰ κορφοβούνια,
καὶ στὶς πηγὲς τῶν ποταμῶν καὶ στὰ χλωρὰ λιβάδια.
125 ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
ἀλλ᾽ ἄγ᾽ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι."
Ἢ νά 'μαι μέσα σὲ θνητούς ποὺ ἀνθρώπινα λαλοῦνε;
Ἂς πάω μονάχος μου νὰ δῶ καὶ νὰ καλοξετάσω.”
ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
ἐκ πυκινῆς δ᾽ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
     Καὶ βγῆκε ἀπ' τὰ χαμόδεντρα ὁ μέγας ὁ Ὀδυσσέας,
κι ἀπὸ τὸ δάσο τὸ πηχτὸ μὲ τὴ βαρειά του χέρα
κόβει πολύφυλλο κλωνὶ τὴ γύμνια του νὰ κρύψη.
130 βῆ δ᾽ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
ὅς τ᾽ εἶσ᾽ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν
ἠὲ μετ᾽ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
Καὶ σὰ λιοντάρι χούμιξε βουνόθρεφτο, ποὺ ξέρει
τὴ δύναμη του, ποὺ βροχὴ κι ἀνέμους δὲ φοβᾶται,
μόνο μὲ μάτια φλογερὰ βόδια κι ἀρνιὰ ζυγώνει,
ἢ τ' ἀγριολάφια κυνηγάει· γιά καὶ σὲ στέρια μάντρα
ἡ πεῖνα του θὰ τό 'σπρωχνε τὰ πρόβατα ν' ἀρπάξη·
135 ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε
μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.
σμερδαλέος δ᾽ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,
τρέσσαν δ᾽ ἄλλυδις ἄλλη ἐπ᾽ ἠιόνας προὐχούσας·
οἴη δ᾽ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη
ἔτσι στὶς ὡριοπλέξουδες κοπέλες ὁ Ὀδυσσέας
ἐρχόταν, ἂν κι ὁλόγυμνος, τὶ ἀνάγκη τὸν τραβοῦσε.
Σκιάζονται αὐτὲς στὴν ὄψη του τὴ θαλασσοδαρμένη,
καὶ λαφιασμένες στοῦ γιαλοῦ σκορπιένται τὶς ἀκροῦλες·
μονάχα ἡ κόρη ἀπόμεινε τοῦ Ἀλκίνου, τὶ στὰ στήθια
140 θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
στῆ δ᾽ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,
ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
λίσσοιτ᾽, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
θάρρος τῆς ἔβαλ' ἡ θεά, καὶ πῆρε της τὸ φόβο.
Ἀγνάντια στάθη ἀσάλευτη· κι ἐκεῖνος διαλογιόταν,
ν' ἀγγίξη της τὰ γόνατα τῆς νέας καὶ νὰ προσπέση,
γιά ἀπὸ μακρόθε μὲ γλυκὰ νὰ τὴ ρωτήξη λόγια
ποῦ πέφτει ἡ χώρα, καὶ σκουτιὰ συνάμα νὰ γυρέψη.
145 ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.
Καὶ συφερώτερο ἔκρινε νὰ τὴν παρακαλέση
ἀπομακρόθε στέκοντας μὲ τὰ γλυκὰ τὰ λόγια,
μὴν πειραχτῆ ἂν τῆς ἄγγιζε τὰ γόνατα ὁ Δυσσέας,
Κι ἀμέσως στοχαζούμενα γλυκομιλώντας κρένει·
"γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι;      “Προσπέφτω σου, ὦ βασίλισσα, θνητὴ γιά ἀθάνατη εἶσαι·
150 εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,
εἶδός τε μέγεθός τε φυήν τ᾽ ἄγχιστα ἐίσκω·
εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,
τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
ἂν εἶσαι ἀπ' τὶς ἀθάνατες ποὺ κατοικοῦν τὰ οὐράνια,
παρόμοια μὲ τὴν Ἄρτεμη, τοῦ μέγα Δία τὴν κόρη,
στὴν ὄψη καὶ στ' ἀνάστημα καὶ στὴ μορφὴ σὲ κρίνω·
ἂν εἶσαι πάλε ἁπλὴ θνητή, τοῦ κόσμου κατοικήτρα,
καλότυχοι, κι ὁ κύρης σου κι ἡ βλογημένη ἡ μάνα,
155 τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς
αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
κεῖνος δ᾽ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
ὅς κέ σ᾽ ἐέδνοισι βρίσας οἶκόνδ᾽ ἀγάγηται.
καλότυχα τ' ἀδέρφια σου, ποὺ πάντα στὴν ψυχή τους
περίσσιας γίνεσαι ἀφορμὴ χαρᾶς,καὶ καμαρώνουν
τέτοιο βλαστάρι σὰ θωροῦν μὲς στοὺς χοροὺς νὰ μπαίνη.
Μὰ ἀκόμα πιὸ καλότυχος ἀπ' ὅλους εἶν' ἐκεῖνος,
ποὺ βγῆ στὰ δῶρα νικητής, καὶ ταίρι του σὲ πάρη.
160 οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,
οὔτ᾽ ἄνδρ᾽ οὔτε γυναῖκα· σέβας μ᾽ ἔχει εἰσορόωντα.
Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·
ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
Τὶ σὰν κι ἐσένα ἄλλο θνητὸ τὰ μάτια μου δὲν εἶδαν,
ἄντρα ἢ γυναίκα· θαμασμὸς μὲ πιάνει σὰν θωρῶ σε.
Τέτοια στὴ Δῆλο, στὸ βωμὸ τοῦ Ἀπόλλωνα τὸ πλάγι,
νιοβλάσταρη εἶδα φοινικιὰ κάποτε νὰ φουντώνη·
τὶ κι ἀποκεῖθε πέρασα μὲ λαὸ πολὺ μαζί μου,
165 τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε᾽ ἔσεσθαι.
ὣς δ᾽ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δ᾽ αἰνῶς
γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
παίρνοντας δρόμο ποὺ ἤτανε γραφτὸ νὰ μὲ παθιάση.
Καὶ καθὼς τότες σάστισα τὴ φοινικιὰ σὰν εἶδα,
τὶ τέτοιο ἀπὸ τὴ γῆς δεντρὶ ποτὲς δὲ βλάστησε ἄλλο,
τώρα μ' ἐσένα, ὦ κορασιά, θαμάζω καὶ σαστίζω,
κι ὅσο ἂν πονῶ, τὰ γόνατα φοβᾶμαι νὰ σοῦ ἀγγίξω.
170 χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
τόφρα δέ μ᾽ αἰεὶ κῦμ᾽ ἐφόρει κραιπναί τε θύελλαι
νήσου ἀπ᾽ Ὠγυγίης. νῦν δ᾽ ἐνθάδε κάββαλε δαίμων,
ὄφρ᾽ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω
παύσεσθ᾽, ἀλλ᾽ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
Εἴκοσι μέρες ὡς τὰ χτὲς στὰ μαῦρα ἤμουν πελάγη,
ποὺ ἀνέμοι καὶ ἄγρια κύματα μὲ σέρναν ὁλοένα
ἀπ' τὸ νησὶ τῆς Ὠγυγίας· κι ἐδῶ μὲ ρίχνει ἡ μοῖρα
νὰ πάθω κι ἄλλα· τὶ θαρρῶ δὲν ἔπαψαν ἀκόμα,
μόνε οἱ θεοὶ κι ἄλλες πολλὲς φουρτοῦνες μοῦ τοιμάζουν.
175 ἀλλά, ἄνασσ᾽, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
ἐς πρώτην ἱκόμην, τῶν δ᾽ ἄλλων οὔ τινα οἶδα
ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ᾽ ἰοῦσα.
Σπλαχνίσου με, ὦ βασίλισσα, ποὺ ἐσένα πρώτη βλέπω,
κατόπι μύρια βάσανα, κι ἄλλο ἄνθρωπο κανένα
ἀπ' ὅσους κατοικοῦν αὐτὸν τὸν τόπο δὲ γνωρίζω.
Τὴ χώρα δεῖξε μου, καὶ δὸς κουρέλι νὰ φορέσω,
ἂν ἔχης ρουχοτύλιγμα μαζί σου ἐδῶ φερμένο.
180 σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
ἢ ὅθ᾽ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
ἀνὴρ ἠδὲ γυνή· πόλλ᾽ ἄλγεα δυσμενέεσσι,
Κι ἐσένα οἱ θεοὶ νὰ δώσουνε ὅ,τι ζητάει ἡ ψυχή σου,
ἄντρα καὶ σπίτι καὶ καλὴ καρδιὰ ἁναμεταξύ σας,
ποὺ ἄλλο στὴ γῆς καλύτερο καὶ πιὸ λαμπρὸ δὲν εἶναι,
παρὰ μιὰ γνώμη νά 'χουνε γυναίκα κι ἄντρας πάντα
στὸ σπίτι, νὰ λυποῦνται ὀχτροί, νὰ καμαρώνουν φίλοι,
185 χάρματα δ᾽ εὐμενέτῃσι, μάλιστα δέ τ᾽ ἔκλυον αὐτοί." καὶ τὸ καλό τους τ' ὄνομα νὰ συχνακοῦνε ἐκεῖνοι.”
τὸν δ᾽ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
"ξεῖν᾽, ἐπεὶ οὔτε κακῷ οὔτ᾽ ἄφρονι φωτὶ ἔοικας·
Ζεὺς δ᾽ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·
     Κι ἡ ἀσπροχέρα ἡ Ναυσικᾶ τοῦ ἀπολογήθη κι εἶπε·
“Ξένε, ποὺ μήτε ἀσύστατος μήτε κακὸς δὲ δείχνεις, —
στὸν κόσμο τὴν καλοτυχιὰ μοιράζει την ὁ Δίας
καὶ σὲ καλοὺς καὶ σὲ κακούς, τοῦ καθενοῦ ὅπως θέλει·
190 καί που σοὶ τάδ᾽ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
νῦν δ᾽, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
οὔτ᾽ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
ὧν ἐπέοιχ᾽ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
κι ἐσένα αὐτὰ ποὺ σοῦ 'δωσε χρωστᾶς νᾶ τᾶ ποφέρνης.
Ὡς τόσο μιὰ καὶ πάτησες σ' ἐτούτη μας τὴ χώρα,
δὲ θὰ σοῦ λείψη φορεσὰ μήτ' ἄλλο ποὺ ταιριάζει
σὲ παθιασμένον ποὺ ἔρχεται μὲ θερμοπαρακάλα.
Τὴν πόλη θὰ σοῦ δείξω ἐγώ, καὶ ποιοὶ ἐδῶ ζοῦν θὰ μάθης.
195 Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
εἰμὶ δ᾽ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
τοῦ δ᾽ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε."
Αὐτὴ τὴν πολιτεία καὶ γῆς οἱ Φαίακες τὴν ἔχουν,
κι ἐγὼ εἶμαι τοῦ τρανόψυχου τοῦ Ἀλκίνου θυγατέρα,
ποὺ ἀπ' αὐτόνε ἡ δύναμη κρεμιέται τῶ Φαιάκων.”
ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·
"στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;
     Εἶπε, καὶ τὶς ὡριόμαλλες φωνάζει παρακόρες·
“Σταθῆτε, ὦ κοπελιές· γιατὶ σὲ ὄψη ἀντροῦ σκορπιέστε;
200 ἦ μή πού τινα δυσμενέων φάσθ᾽ ἔμμεναι ἀνδρῶν;
οὐκ ἔσθ᾽ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
οἰκέομεν δ᾽ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
ἢ τάχα φοβηθήκατε πὼς εἶναι ὀχτρὸς ἐτοῦτος;
Δὲ ζῆ στὸν κόσμο ὁ ἄνθρωπος, κι οὔτε ποτὲς θὰ ὑπάρξη
ποὺ θά 'ρθη ἐδῶ τὸν πόλεμο στοὺς Φαίακες νὰ φέρη·
γιατὶ ἐμᾶς οἱ ἀθάνατοι πολὺ μᾶς ἀγαπᾶνε,
Ἀπόμακρα στοῦ πέλαγου τὴν ἄκρη κατοικᾶμε,
205 ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
ἀλλ᾽ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ᾽ ἱκάνει,
τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
ξεῖνοί τε πτωχοί τε, δόσις δ᾽ ὀλίγη τε φίλη τε.
ἀλλὰ δότ᾽, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
καὶ μὲ τὰ μᾶς ἄλλοι θνητοὶ δὲ σμίγουν ἐδῶ πέρα.
Ἂν ἦρθε αὐτὸς ὁ δύστηνος μὲς στὰ πλανέματά του,
νὰ τὸν δεχτοῦμε πρέπει μας, γιατὶ ὁ Δίας μᾶς στέλνει
φτωχοὺς καὶ ξένους· λιγοστό, μὰ ἀγαπητό 'ναι δῶρο.
Μόν' δόστε του, κοπέλες μου, φαῒ πιοτὸ τοῦ ξένου,
210 λούσατέ τ᾽ ἐν ποταμῷ, ὅθ᾽ ἐπὶ σκέπας ἔστ᾽ ἀνέμοιο." καὶ στὸ ποτάμι λοῦστε τον, σὲ ἀπάνεμο ἕναν τόπο.”
ὣς ἔφαθ᾽, αἱ δ᾽ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
κὰδ δ᾽ ἄρ᾽ Ὀδυσσῆ᾽ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν
Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·
πὰρ δ᾽ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματ᾽ ἔθηκαν,
     Εἶπε, καὶ στάθηκαν αὐτές, φώναξε ἡ μιὰ τήν ἄλλη,
καὶ τὸ Δυσσέα σὲ γωνιὰ συμμαζεμένη πῆραν,
σὰν ποὺ εἶπε τοῦ τρανόψυχου τοῦ Ἀλκίνου ἡ θυγατέρα·
βάλαν σιμά του φορεσιά, χιτώνα καὶ χλαμύδα,
215 δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
ἤνωγον δ᾽ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
δή ῥα τότ᾽ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·
τοῦ δῶσαν λάδι σταλαχτὸ σὲ ροῒ μαλαματένιο,
καὶ τὸν καλέσανε νὰ μπῆ καὶ νὰ λουστῆ στὸ ρέμα.
Κι ὁ μέγας Ὀδυσσέας ἐκεῖ στὶς παρακόρες κρένει·
"ἀμφίπολοι, στῆθ᾽ οὕτω ἀπόπροθεν, ὄφρ᾽ ἐγὼ αὐτὸς
ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δ᾽ ἐλαίῳ
     “Μακριὰ σταθῆτε, ὦ κοπελιές, μονάχος μου νὰ πλύνω
τὴν ἅρμη ἀπὸ τοὐς ὤμους μου, καὶ ν' ἀλειφτῶ μὲ λάδι,
220 χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
ἄντην δ᾽ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ
γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών."
ποὺ λάδωμα πολὺν καιρὸ δὲν εἶδε τὸ κορμί μου.
Μπρός σας ἐγὼ δὲ λούζουμαι, γιατὶ ντροπῆς μου θά 'ναι
σιμὰ σὲ ὀμορφοπλέξουδες νὰ γυμνωθῶ κοπέλες.”
ὣς ἔφαθ᾽, αἱ δ᾽ ἀπάνευθεν ἴσαν, εἶπον δ᾽ ἄρα κούρῃ.
αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
     Κι αὐτὲς ἀποτραβήχτηκαν, καὶ τὸ εἶπαν τῆς παρθένας.
Καὶ στὸ ποτάμι πλένονταν ὁ μέγας Ὀδυσσέας,
225 ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,
ἐκ κεφαλῆς δ᾽ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ᾽ ἄλειψεν,
ἀμφὶ δὲ εἵματα ἕσσαθ᾽ ἅ οἱ πόρε παρθένος ἀδμής,
τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
ξαρμίζοντας τὴ ράχη του καὶ τοὺς πλατιοὺς τοὺς ὤμους,
κι ἀπ' τὸ κεφάλι τρίβοντας τῆς θάλασσας τὴν ἄχνη.
Καὶ σάνε λούστηκε καλὰ κι ἀλείφτηκε μὲ λάδι,
καὶ τὰ σκουτιὰ ποὺ τοῦ 'δωσε ἡ παρθένα σάνε 'ντύθη,
τοῦ Δία ἡ γέννα, ἡ Ἀθηνᾶ τὸν ἔκαμε νὰ δείχνη
230 μείζονά τ᾽ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
ὡς δ᾽ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
σὰν πιὸ μεγάλος καὶ παχύς, κι ἀπὸ τὴν κεφαλή του
ὥρια κρεμιόντανε σγουρά, ποὺ μοιάζανε ζουμπούλια,
Καὶ σὰν ποὺ χύνει μάλαμα στὸ ἀσήμι ἄντρας τεχνίτης,
ποὺ ὁ Ἤφαιστος τὸν ἔμαθε κι ἡ Ἀθηνᾶ ἀπὸ τέχνη,
καὶ δίνει χάρη στὰ ἔργα του, παρόμοια τοῦ περέχα
235 ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
ἕζετ᾽ ἔπειτ᾽ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
δή ῥα τότ᾽ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·
τοὺς ὤμους καὶ τὴν κεφαλὴ μὲ περισσὴ μιὰ χάρη.
Πῆγε ἔπειτα καὶ κάθισε στῆς θάλασσας τὴν ἄκρη,
στράφτοντας χάρες κι ὀμορφιές· τὸν θάμασε ἡ παρθένα,
καὶ πρὸς τὶς ὡριοπλέξουδες κόρες γυρνάει καὶ κρένει·
"κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.      “Ἀκοῦστε με, ὦ ἀσπρόχερες κοπέλες, τί σᾶς κρένω·
240 οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
Φαιήκεσσ᾽ ὅδ᾽ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ᾽ εἶναι,
νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
στοὺς Φαίακες τοὺς θεόμοιαστους δὲν ἦρθε αὐτὸς ὁ ἄντρας
χωρὶς νὰ τὸ θελήσουνε οἱ ἀθάνατοι τοῦ Ὀλύμπου·
σὰν τὸν πρωτόειδα φάνηκε φτωχὸς καὶ τιποτένιος,
μὰ τώρα μοιάζει τῶν θεῶν ποὺ κατοικοῦν τὰ οὐράνια.
Μακάρι τέτοιος νά 'βγαινε κι ὁ ἄντρας ὁ δικός μου,
245 ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
ἀλλὰ δότ᾽, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε."
καὶ νά 'στεργε στὸν τόπο αὐτὸ μ' ἐμᾶς νὰ λημεριάζη.
Μὰ δῶστε του, κοπέλες μου, φαῒ πιοτὸ τοῦ ξένου.”
ὣς ἔφαθ᾽, αἱ δ᾽ ἄρα τῆς μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,
πὰρ δ᾽ ἄρ᾽ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
     Κι αὐτες ἀκοῦν τὰ λόγια της καὶ κάνουν καθὼς εἶπε,
κι ἀμέσως παραθέτουνε φαῒ πιοτὸ σιμά του.
Κι ἔτρωγε κι ἔπινε ἁρπαχτὰ ὁ πολύπαθος Δυσσέας,
250 ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος. τὶ εἶχε πολὺν καιρὸ θροφὴ στὸ στόμα του νὰ βάλη.
αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ᾽ ἐνόησεν·
εἵματ᾽ ἄρα πτύξασα τίθει καλῆς ἐπ᾽ ἀπήνης,
ζεῦξεν δ᾽ ἡμιόνους κρατερώνυχας, ἂν δ᾽ ἔβη αὐτή,
ὤτρυνεν δ᾽ Ὀδυσῆα, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
     Καὶ τότες ἄλλο ἡ Ναυσικᾶ ἡ ἀσπρόχερη σοφίστη·
διπλώνει, βάζει μὲς στ' ὡριὸ τ' ἁμάξι τὰ σκουτιά της,
ζεύει τὰ δυνατόνυχα μουλάρια, κι ἀνεβαίνει,
παρακινώντας τὸν τρανὸ Ὀδυσσέα μ' αὐτὰ τὰ λόγια·
255 "ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδ᾽ ἴμεν ὄφρα σε πέμψω
πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
ἀλλὰ μάλ᾽ ὧδ᾽ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
ὄφρ᾽ ἂν μέν κ᾽ ἀγροὺς ἴομεν καὶ ἔργ᾽ ἀνθρώπων,
     “Σήκω, νὰ πᾶμε τώρα ἐμεῖς στὴ χώρα, νὰ σὲ φέρω
στοῦ κύρη μου τοῦ φρόνιμου τ' ἀρχοντικό, τοὺς πρώτους
ἀπὸ τοὺς Φαίακες ἐκεῖ νὰ δῆς καὶ νὰ γνωρίσης.
Μὰ κάμε ὅ,τι σοῦ λέω ἐγώ· θαρρῶ πὼς κόφτει ὁ νοῦς σου·
ὅσο χωράφια ἢ χτήματα περνοῦμε τῶν ἀνθρώπων,
260 τόφρα σὺν ἀμφιπόλοισι μεθ᾽ ἡμιόνους καὶ ἄμαξαν
καρπαλίμως ἔρχεσθαι· ἐγὼ δ᾽ ὁδὸν ἡγεμονεύσω.
αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
λεπτὴ δ᾽ εἰσίθμη· νῆες δ᾽ ὁδὸν ἀμφιέλισσαι
ἐσὺ νὰ γοργοπερπατᾶς πίσω ἀπὸ ζὰ κι ἁμάξι,
μὲ τὶς κοπέλες· τότε ἐγὼ τὸ δρόμο θὰ σᾶς δείχνω,
στὴ χώρα ὡς νὰ ζυγώσουμε, ποὺ ἔχει τειχιὰ πυργάτα
τριγύρω της, καὶ δυὸ καλὰ λιμάνια ἀπὸ τὰ πλάγια,
καὶ ποὺ ἔχει τὴ μπασιὰ στενή, κι ἀπὸ τὶς δυὸ προβάλλουν
265 εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
ἔνθα δέ τέ σφ᾽ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ᾽ ἀραρυῖα.
ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
τὰ πλοῖα, ποὺ καθένα τους ἔχει σκεπὴ δική του.
Κεῖ πέρα, γύρω τοῦ λαμπροῦ τοῦ Ποσειδειοῦ, θὰ δοῦμε
τὴν ἀγορὰ, μὲ γωνιακὲς βαθιὰ χωσμένες πέτρες
στρωμένη· τ' ἄρμενα αὐτουδὰ τῶν καραβιῶνε φτιάνουν,
τὶς γούμενες καὶ τὰ πανιά, καὶ ξύνουν τὰ κουπιά τους·
270 οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
ἀλλ᾽ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
μωμεύῃ· μάλα δ᾽ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·
τὶ οἱ Φαίακες δὲν ἀγαποῦν σαγίτες καὶ δοξάρια,
μόνε κατάρτια καὶ κουπιὰ καὶ πλοῖα καλοφτιασμένα,
ποὺ χαίρουνταί τα, τοὺς ἀφροὺς τῆς θάλασσας περνώντας.
Τρέμω τὴ γλῶσσα τους, κανεὶς ἂν τύχη καὶ μὲ κρίνη,
τὶ ἔχουν περίσσια ἀδιαντροπιὰ πολλοί τους μὲς στὴ χώρα,
275 καί νύ τις ὧδ᾽ εἴπῃσι κακώτερος ἀντιβολήσας·
᾽τίς δ᾽ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
κι ἕνας τους πρόστυχος μπορεῖ νὰ πὴ ἀγναντεύοντάς μας·
“Ποιός εἶν' αὐτὸς ποὺ ἀκολουθάει τὴ Ναυσικᾶ ὁ ξένος,
ὁ ὥριος κι ὁ τρανός; καὶ ποῦ τὸν βρῆκε; δίχως ἄλλο
τὸν παίρνει· ἢ πρέπει νά 'πεσε μὲ πλοῖο, ἢ ξωμερίτης
καὶ τόνε δέχτηκε, τὶ αὐτὸς τῆς γειτονιᾶς δὲν εἶναι·
280 ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
ἄλλοθεν· ἦ γὰρ τούσδε γ᾽ ἀτιμάζει κατὰ δῆμον
Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.᾽
ἴσως καὶ παρακάλεσε θεό, καὶ τῆς κατέβη
ἀπ' τὰ οὐράνια, σύγκλινη γιὰ πάντα νὰ τὴν ἔχη.
Κάλλιο ποὺ πῆγε κάπου ἀλλοῦ γαμπρό της νὰ διαλέξη,
γιατὶ ἀψηφάει τοὺς Φαίακες ἐδῶ τοὺς συντοπῖτες,
ποὺ μύριοι τήνε γύρεψαν κι ἀπὸ τοὺς πιὸ μεγάλους.”
285 ὣς ἐρέουσιν, ἐμοὶ δέ κ᾽ ὀνείδεα ταῦτα γένοιτο.
καὶ δ᾽ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
ἥ τ᾽ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
ἀνδράσι μίσγηται, πρίν γ᾽ ἀμφάδιον γάμον ἐλθεῖν.
ξεῖνε, σὺ δ᾽ ὦκ᾽ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
Αὐτὰ θὰ ποῦνε, καὶ ντροπῆς ἐγὼ θὰ τά 'χω ἀλήθεια.
Μὰ κι ἄλλη τέτοια νά 'κανε, θὰ τὴν κατηγοροῦσα,
ποὺ ἔρχεται δίχως φιλικὴ καὶ τῶ γονιῶν της γνώμη,
κι ἄντρες ζητάει πρὶ νὰ γενῆ φανερωμένος γάμος.
Ἄκου με, ὦ ξένε, κι ἔρχου ἐσὺ, ἂν θὲς ἀπὸ τὸν κύρη
290 πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·
ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τ᾽ ἀλωή,
τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
στὸν τόπο σου προβόδημα, καὶ γλήγορο ταξίδι.
Στὸ δρόμο θά 'βρης τὸ λαμπρὸ τῆς Ἀθηνᾶς τὸ δάσο,
λεῦκες μ' ἀνάβρυσμα νεροῦ, κι ὁλόγυρα λιβάδι·
ἐκεῖ 'ναι τοῦ γονιοῦ μου ἡ γῆς καὶ τ' ἀνθοπεριβόλια·
ἀπὸ τὴ χώρα ὡς ἐκειδὰ μπορεῖς βουητὸ ν' ἀκούσης,
295 ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματ᾽ ἀφῖχθαι,
καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ᾽ ἐρέεσθαι
δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
Κάθισ' ἐκεῖ καὶ πρόσμενε νὰ φτάσουμε στὴ χώρα,
καὶ μέσα νὰ κατέβουμε στὰ γονικά μου σπίτια.
Καὶ πιὰ σὰν πῆς πὼς εἴμαστε φτασμένοι ἐμεῖς στὰ σπίτια,
τότες ξεκίνα κατακεῖ καὶ ρώτα τοὺς διαβάτες,
ποῦ 'ναι τοῦ μεγαλόκαρδου τοῦ Ἀλκίνου τὰ παλάτια,
300 ῥεῖα δ᾽ ἀρίγνωτ᾽ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
ἥρωος. ἀλλ᾽ ὁπότ᾽ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρ᾽ ἂν ἵκηαι
Εὔκολα βρίσκουνται· παιδὶ μπορεῖ νὰ σοῦ τὰ δείξη·
τὶ τ' ἄλλα δὲ χτιστήκανε τὰ σπίτια τῶν Φαιάκων,
σὰν ποὺ χτιστῆκαν τοῦ ἥρωα τοῦ Ἀλκίνου τὰ παλάτια.
Καὶ σὰ βρεθῆς στὸ πρόσπιτο καὶ στὴν αὐλή, προχώρα
μὲς στὰ παλάτια γλήγορα, τὴ μάνα ν' ἀντικρύσης
305 μητέρ᾽ ἐμήν· ἡ δ᾽ ἧσται ἐπ᾽ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
ἠλάκατα στρωφῶσ᾽ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατ᾽ ὄπισθεν.
ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
ποὺ κάθεται πρὸς τὴ γωνιά, μὲς στῆς φωτιᾶς τὸ φέγγος,
καὶ κλώθει πορφυρὶ μαλλί, ποὺ νὰ τὸ δῆς θαμάζεις,
στὸ στῦλο ἀκουμπισμένη αὐτή, κι οἱ δοῦλες πίσωθέ της.
Ἐκεῖ στημένος βρίσκεται καὶ τοῦ γονιοῦ μου ὁ θρόνος,
ποὺ πίνοντας θὰ κάθεται μὲ ἀθάνατο παρόμοιος.
310 τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ᾽ ἐνὶ θυμῷ,
ἐλπωρή τοι ἔπειτα φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
Πέρασ' τον, καὶ στὰ γόνατα τῆς μάνας βάλε χέρια,
ἂν θὲς νὰ σοῦ 'ρθη γλήγορα τοῦ γυρισμοῦ σου ἡ μέρα,
καὶ νὰ σοῦ ἀνοίξη τὴν καρδιά, κι ἂς εἶναι ἡ γῆς σου ἀλάργα,
Τὶ μιὰς κι ἡ μάνα μέσα της σὲ συμπονέση, ξέρε
πὼς τοὺς δικούς σου θένα δῆς, καὶ γλήγορα θὰ φτάσης
315 οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν." στὸ σπίτι τὸ καλόχτιστο καὶ στὴ γλυκειὰ πατρίδα.”
ὣς ἄρα φωνήσασ᾽ ἵμασεν μάστιγι φαεινῇ
ἡμιόνους· αἱ δ᾽ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
αἱ δ᾽ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·
ἡ δὲ μάλ᾽ ἡνιόχευεν, ὅπως ἅμ᾽ ἑποίατο πεζοὶ
     Εἶπε, καὶ χτύπησε τὰ ζὰ μὲ τὸ λαμπρὸ μαστίγι·
κι αὐτὰ μεμιὰς ἀφήσανε τοῦ ποταμοῦ τὸ ρέμα,
καὶ πῆραν δρόμο ταχτικά, καὶ τρέχανε μὲ τάξη.
Κι αὐτὴ κυβέρνα ταχτικά, σαλεύοντας ἀγάλια
320 ἀμφίπολοί τ᾽ Ὀδυσεύς τε, νόῳ δ᾽ ἐπέβαλλεν ἱμάσθλην.
δύσετό τ᾽ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
ἱρὸν Ἀθηναίης, ἵν᾽ ἄρ᾽ ἕζετο δῖος Ὀδυσσεύς.
αὐτίκ᾽ ἔπειτ᾽ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
τοῦ μαστιγιοῦ της τὸ λουρὶ, γιὰ νὰ προφταίνουν πίσω
οἱ δοῦλες κι ὁ Ὀδυσσέας πεζοί· καὶ βασιλεύει ὁ ἥλιος,
καὶ φτάνουνε στῆς Ἀθηνᾶς τὸ δοξασμένο δάσος.
Ὁ θεϊκὸς Δυσσέας ἐκεῖ κάθισε. Καὶ σὲ λίγο
στὴν κόρη προσευκήθηκε τοῦ τρισμεγάλου Δία·
"κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·      “Τοῦ Δία τοῦ αἰγιδόσκεπου ἀδάμαστη ἐσὺ κόρη,
325 νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ᾽ ἄκουσας
ῥαιομένου, ὅτε μ᾽ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
δός μ᾽ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ᾽ ἐλεεινόν."
συνάκουσε με τώρα, ἐσὺ ποὺ ἄλλοτες ἀρνιόσουν
ν' ἀκούσης με, σὰ δέρνομουν ἀπὸ τὸν Κοσμοσείστη·
καὶ κάνε οἱ Φαίακες σπλαχνιὰ κι ἀγάπη νὰ μοῦ δείξουν,”
ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη.
αὐτῷ δ᾽ οὔ πω φαίνετ᾽ ἐναντίη· αἴδετο γάρ ῥα
     Τὴν προσευκὴ συνάκουσε ἡ Ἀθηνᾶ ἡ Παλλάδα,
μὰ δὲν τοῦ φανερώνουνταν ὀμπρός του, τὶ φοβόταν
330 πατροκασίγνητον· ὁ δ᾽ ἐπιζαφελῶς μενέαινεν
ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
τὸ γονικό της ἀδερφό· βαριὰ ἦταν χολωμένος
μὲ τὸ θεϊκὸ Ὀδυσσέα αὐτός, στὸν τόπο του ὡς νὰ φτάση.

 
 
 

Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/

0 comments: